<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:341-370</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:341-370</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="341">δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,</l><l n="342">κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.</l><l n="343">ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα</l><l n="344">κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.</l><l n="345">ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς</l><l n="346">ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·</l><l n="347">ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις</l><l n="348">σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,</l><l n="349">ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης</l><l n="350">οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.</l><l n="351">οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;</l><l n="352">ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι</l><l n="353">κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.</l><l n="354">οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.</l><l n="355">λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι</l><l n="356">τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.</l><l n="357">σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,</l><l n="358">ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.</l><l n="359">ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ</l><l n="360">μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,</l><l n="361">τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία</l><l n="362">τράπεζα κείσθω καὶ περιρρείτω βίος.</l><l n="363">ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον</l><l n="364">βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,</l><l n="365">οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα.  νῦν δʼ ἐξὸν πατρὸς</l><l n="366">πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ</l><l n="367">τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,</l><l n="368">θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.</l></sp><milestone unit="card" n="369"/><sp><speaker>Χορός</speaker><l n="369">μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις</l><l n="370">ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>