<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:531-560</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:531-560</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="531">τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη</l><l n="532">θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ</l><l n="533">λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.</l><l n="534">εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων</l><l n="535">ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;</l><l n="536">ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.</l><l n="537">ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν</l><l n="538">τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;</l><l n="539">πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,</l><l n="540">οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς</l><l n="541">καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;</l><l n="542">ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων</l><l n="543">ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;</l><l n="544">ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ</l><l n="545">παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;</l><l n="546">οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;</l><l n="547">δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·</l><l n="548">φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.</l><l n="549">ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις</l><l n="550">δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,</l><l n="551">γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.</l></sp><milestone unit="card" n="552"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="552">ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι</l><l n="553">λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·</l><l n="554">ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ</l><l n="555">λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.</l></sp><sp><speaker>Κλυταιμνήστρα</speaker><l n="556">καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους</l><l n="557">ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.</l></sp><milestone unit="card" n="558"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="558">καὶ δὴ λέγω σοι.  πατέρα φὴς κτεῖναι.  τίς ἂν</l><l n="559">τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,</l><l n="560">εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>