<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:561-590</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:561-590</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="561">ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν</l><l n="562">πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.</l><l n="563">ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος</l><l n="564">ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·</l><l n="565">ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.</l><l n="566">πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς</l><l n="567">παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν</l><l n="568">στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς</l><l n="569">ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.</l><l n="570">κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη</l><l n="571">κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον</l><l n="572">τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.</l><l n="573">ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις</l><l n="574">ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.</l><l n="575">ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις</l><l n="576">ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.</l><l n="577">εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων</l><l n="578">ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν</l><l n="579">χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;</l><l n="580">ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς</l><l n="581">μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.</l><l n="582">εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι</l><l n="583">πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.</l><l n="584">ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.</l><l n="585">εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν</l><l n="586">αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,</l><l n="587">ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ</l><l n="588">πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,</l><l n="589">καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς</l><l n="590">κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>