<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:591-620</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:591-620</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="591">πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς</l><l n="592">ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;</l><l n="593">αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν</l><l n="594">ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.</l><l n="595">ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,</l><l n="596">ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα</l><l n="597">κακοστομοῦμεν.  καί σʼ ἔγωγε δεσπότιν</l><l n="598">ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,</l><l n="599">ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς</l><l n="600">πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·</l><l n="601">ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,</l><l n="602">τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·</l><l n="603">ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα</l><l n="604">ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,</l><l n="605">ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα</l><l n="606">κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν</l><l n="607">εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.</l><l n="608">εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,</l><l n="609">σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.</l></sp><milestone unit="card" n="610"/><sp><speaker>Χορός</speaker><l n="610">ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ</l><l n="611">ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.</l></sp><sp><speaker>Κλυταιμνήστρα</speaker><l n="612">ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,</l><l n="613">ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,</l><l n="614">καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ</l><l n="615">χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="616">εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,</l><l n="617">κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα</l><l n="618">ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.</l><l n="619">ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ</l><l n="620">ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>