<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:681-710</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:681-710</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="681">κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος</l><l n="682">πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,</l><l n="683">ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων</l><l n="684">δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,</l><l n="685">εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·</l><l n="686">δρόμου δʼ ἰσώσας τἀφέσει  τὰ τέρματα</l><l n="687">νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.</l><l n="688">χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω</l><l n="689">οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·</l><l n="690">ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς</l><l n="691"><del>δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,</del></l><l n="692">τούτων ἐνεγκὼν πάντα τἀπινίκια</l><l n="693">ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,</l><l n="694">ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος</l><l n="695">Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.</l><l n="696">καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν</l><l n="697">βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.</l><l n="698">κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν</l><l n="699">ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,</l><l n="700">εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.</l><l n="701">εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο</l><l n="702">Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·</l><l n="703">κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων</l><l n="704">ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας</l><l n="705">ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·</l><l n="706">ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·</l><l n="707">ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·</l><l n="708">Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.</l><l n="709">στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς</l><l n="710">κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>