<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:711-740</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:711-740</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="711">χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα</l><l n="712">ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν</l><l n="713">ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος</l><l n="714">κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω</l><l n="715">φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι</l><l n="716">φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι</l><l n="717">χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.</l><l n="718">ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις</l><l n="719">ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.</l><l n="720">κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων</l><l n="721">ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς</l><l n="722">σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.</l><l n="723">καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·</l><l n="724">ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι</l><l n="725">πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς</l><l n="726">τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον</l><l n="727">μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·</l><l n="728">κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ</l><l n="729">ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο</l><l n="730">ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.</l></sp><milestone unit="card" n="731"/><sp><speaker>Παιδαγωγός</speaker><l n="731">γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος</l><l n="732">ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς</l><l n="733">κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.</l><l n="734">ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων</l><l n="735">πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·</l><l n="736">ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,</l><l n="737">ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς</l><l n="738">πώλοις διώκει, κἀξισώσαντε ζυγὰ</l><l n="739">ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος</l><l n="740">κάρα προβάλλων ἱππικῶν ὀχημάτων.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>