<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:897-926</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:897-926</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="897">ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ</l><l n="898">μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.</l><l n="899">ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,</l><l n="900">τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ</l><l n="901">πυρᾶς νεώρη βόστρυχον τετμημένον·</l><l n="902">κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι</l><l n="903">ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν</l><l n="904">πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·</l><l n="905">καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,</l><l n="906">χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.</l><l n="907">καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι</l><l n="908">μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·</l><l n="909">τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;</l><l n="910">κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,</l><l n="911">οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς</l><l n="912">ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.</l><l n="913">ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ</l><l n="914">τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·</l><l n="915">ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.</l><l n="916">ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι</l><l n="917">οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.</l><l n="918">νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως</l><l n="919">πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.</l></sp><milestone unit="card" n="920"/><sp><speaker>Ἠλέκτρα</speaker><l n="920">φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.</l></sp><sp><speaker>Χρυσόθεμις</speaker><l n="921">τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="922">οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.</l></sp><sp><speaker>Χρυσόθεμις</speaker><l n="923">πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;</l></sp><sp><speaker>Ἠλέκτρα</speaker><l n="924">τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι</l><l n="925">σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.</l></sp><sp><speaker>Χρυσόθεμις</speaker><l n="926">οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>