<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:957-986</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2:957-986</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="957">Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.</l><l n="958">ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων</l><l n="959">βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν</l><l n="960">πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,</l><l n="961">πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου</l><l n="962">ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.</l><l n="963">καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως</l><l n="964">τεύξει ποτʼ·  οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ</l><l n="965">Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος</l><l n="966">βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.</l><l n="967">ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,</l><l n="968">πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω</l><l n="969">θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·</l><l n="970">ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα</l><l n="971">καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων</l><l n="972">τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.</l><l n="973">λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην</l><l n="974">σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;</l><l n="975">τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν</l><l n="976">τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·</l><l n="977">ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,</l><l n="978">ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,</l><l n="979">ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ</l><l n="980">ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·</l><l n="981">τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,</l><l n="982">τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει</l><l n="983">τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.</l><l n="984">τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,</l><l n="985">ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.</l><l n="986">ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>