<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1028-1057</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1028-1057</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1028">ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.</l><l n="1029">καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν;</l><l n="1030">ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι.</l><l n="1031">πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι</l><l n="1032">χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ</l><l n="1033">πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;</l><l n="1034">αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.</l><l n="1035">κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες</l><l n="1036">τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.</l><l n="1037">ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον</l><l n="1038">ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου,</l><l n="1039">εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.</l><l n="1040">ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι,</l><l n="1041">τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ</l><l n="1042">ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·</l><l n="1043">ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας</l><l n="1044">τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι.</l></sp><milestone unit="card" n="1045"/><sp><speaker>Χορός</speaker><l n="1045">βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν</l><l n="1046">τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="1047">πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη,</l><l n="1048">εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου.</l><l n="1049">οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ·</l><l n="1050">χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,</l><l n="1051">οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ.</l><l n="1052">νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,</l><l n="1053">πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι.</l><l n="1054">ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι·</l><l n="1055">ἐᾶτε μίμνειν.  οὐδὲ σοῦ προσχρῄζομεν,</l><l n="1056">τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν</l><l n="1057">Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>