<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1333-1362</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1333-1362</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1333">καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν</l><l n="1334">νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα</l><l n="1335">ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.</l><l n="1336">ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.</l><l n="1337">ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,</l><l n="1338">Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς</l><l n="1339">ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι</l><l n="1340">ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους</l><l n="1341">Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν</l><l n="1342">κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.</l><l n="1343">ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.</l><l n="1344">καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα</l><l n="1345">κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας</l><l n="1346">ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον</l><l n="1347">Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.</l></sp><milestone unit="card" n="1348"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="1348">ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω</l><l n="1349">βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;</l><l n="1350">οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις</l><l n="1351">τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;</l><l n="1352">ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμορος</l><l n="1353">εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;</l><l n="1354">πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,</l><l n="1355">ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως</l><l n="1356">ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;</l><l n="1357">πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;</l><l n="1358">οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,</l><l n="1359">ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι</l><l n="1360">δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν</l><l n="1361">μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.</l><l n="1362">καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>