<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1417-1446</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:1417-1446</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="1417">σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.</l><l n="1418">καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,</l><l n="1419">ὅσους πονήσας καὶ διεξελθὼν πόνους</l><l n="1420">ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.</l><l n="1421">καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,</l><l n="1422">ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.</l><l n="1423">ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν</l><l n="1424">πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,</l><l n="1425">ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,</l><l n="1426">Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,</l><l n="1427">τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,</l><l n="1428">πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ</l><l n="1429">πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,</l><l n="1430">Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.</l><l n="1431">ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,</l><l n="1432">τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν</l><l n="1433">κόμιζε.  καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,</l><l n="1434">παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις</l><l n="1435">ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.</l><l n="1436">ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον</l><l n="1437">οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν</l><l n="1438">παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.</l><l n="1439">τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν</l><l n="1440">τόξοις ἁλῶναι.  τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν</l><l n="1441">πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·</l><l n="1442">ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ</l><l n="1443">Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·</l><l n="1444">κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.</l></sp><milestone unit="card" n="1445"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="1445">ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας</l><l n="1446">χρόνιός τε φανείς,</l></sp></div></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>