<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:273-302</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:273-302</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="273">λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ</l><l n="274">ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς</l><l n="275">ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.</l><l n="276">σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς</l><l n="277">αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;</l><l n="278">ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;</l><l n="279">ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,</l><l n="280">πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,</l><l n="281">οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου</l><l n="282">κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν</l><l n="283">ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,</l><l n="284">τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.</l></sp><milestone unit="card" n="285"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="285">ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,</l><l n="286">κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον</l><l n="287">διακονεῖσθαι.  γαστρὶ μὲν τὰ σύμφορα</l><l n="288">τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους</l><l n="289">βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι</l><l n="290">νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας</l><l n="291">εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,</l><l n="292">πρὸς τοῦτʼ ἄν·  εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,</l><l n="293">καί που πάγου χυθέντος, οἷα χείματι,</l><l n="294">ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας</l><l n="295">ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,</l><l n="296">ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις</l><l n="297">ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.</l><l n="298">οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα</l><l n="299">πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.</l><l n="300">φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.</l><l n="301">ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·</l><l n="302">οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>