<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:333-362</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:333-362</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="333">πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="334">τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,</l><l n="335">τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="336">ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·</l><l n="337">ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν</l><l n="338">πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="339">οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,</l><l n="340">ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="341">ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον</l><l n="342">αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.</l></sp><milestone unit="card" n="343"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="343">ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα</l><l n="344">δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,</l><l n="345">λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,</l><l n="346">ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο</l><l n="347">πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.</l><l n="348">ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν</l><l n="349">χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,</l><l n="350">μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,</l><l n="351">ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·</l><l n="352">ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,</l><l n="353">εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.</l><l n="354">ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,</l><l n="355">κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ</l><l n="356">κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς</l><l n="357">ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν</l><l n="358">τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.</l><l n="359">κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος</l><l n="360">ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ</l><l n="361">ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,</l><l n="362">τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>