<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:427-456</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:427-456</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="427">ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.</l><l n="428">φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν</l><l n="429">τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα</l><l n="430">χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="431">σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ</l><l n="432">γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="433">φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι</l><l n="434">Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="435">χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ</l><l n="436">τοῦτʼ ἐκδιδάξω·  πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν</l><l n="437">αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="438">ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε</l><l n="439">ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,</l><l n="440">γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.</l></sp><milestone unit="card" n="441"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="441">ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="442">οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,</l><l n="443">ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου</l><l n="444">μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="445">οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="446">ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,</l><l n="447">ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,</l><l n="448">καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ</l><l n="449">χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ</l><l n="450">δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.</l><l n="451">ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν</l><l n="452">τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="453">ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,</l><l n="454">τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον</l><l n="455">καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·</l><l n="456">ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>