<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:457-485</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:457-485</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="457">κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,</l><l n="458">τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·</l><l n="459">ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι</l><l n="460">ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.</l><l n="461">νῦν δʼ εἶμι πρὸς ναῦν·  καὶ σύ, Ποίαντος τέκνον,</l><l n="462">χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες</l><l n="463">νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.</l><l n="464">ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς</l><l n="465">πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="466" part="I">ἤδη, τέκνον, στέλλεσθε;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="466a" part="F">καιρὸς γὰρ καλεῖ</l><l n="467">πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.</l></sp><milestone unit="card" n="468"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="468">πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,</l><l n="469">πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,</l><l n="470">ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,</l><l n="471">ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς</l><l n="472">ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·</l><l n="473">ἀλλʼ ἐν παρέργῳ θοῦ με.  δυσχέρεια μέν,</l><l n="474">ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·</l><l n="475">ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι</l><l n="476">τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.</l><l n="477">σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,</l><l n="478">δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,</l><l n="479">ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.</l><l n="480">ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.</l><l n="481">τόλμησον.  ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,</l><l n="482">εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι</l><l n="483">ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.</l><l n="484">νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,</l><l n="485">πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>