<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:60-89</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:60-89</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="60">οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,</l><l n="61">μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,</l><l n="62">οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων</l><l n="63">ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,</l><l n="64">ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν</l><l n="65">θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.</l><l n="66">τούτῳ  γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει</l><l n="67">μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.</l><l n="68">εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,</l><l n="69">οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.</l><l n="70">ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία</l><l n="71">πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.</l><l n="72">σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ</l><l n="73">οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·</l><l n="74">ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.</l><l n="75">ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,</l><l n="76">ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.</l><l n="77">ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς</l><l n="78">ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.</l><l n="79">ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα</l><l n="80">τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·</l><l n="81">ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,</l><l n="82">τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.</l><l n="83">νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ</l><l n="84">δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον</l><l n="85">κέκλησο πάντων εὐσεβέστατος βροτῶν.</l></sp><milestone unit="card" n="86"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="86">ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,</l><l n="87">Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·</l><l n="88">ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,</l><l n="89">οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>