<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:608-637</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:608-637</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="608">δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων</l><l n="609">ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·</l><l n="610">ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν</l><l n="611">καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε</l><l n="612">πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ</l><l n="613">ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.</l><l n="614">καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος</l><l n="615">τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο</l><l n="616">τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·</l><l n="617">οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,</l><l n="618">εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα</l><l n="619">τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.</l><l n="620">ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι</l><l n="621">καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="622">οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,</l><l n="623">ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;</l><l n="624">πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν</l><l n="625">πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.</l></sp><sp><speaker>Ἔμπορος</speaker><l n="626">οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ</l><l n="627">ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.</l></sp><milestone unit="card" n="628"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="628">οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου</l><l n="629">ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς</l><l n="630">δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;</l><l n="631">οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ</l><l n="632">κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.</l><l n="633">ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ</l><l n="634">τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.</l><l n="635">ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ</l><l n="636">πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.</l><l n="637">ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>