<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:771-801</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:771-801</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="771">ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ</l><l n="772">κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα</l><l n="773">κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="774">θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται</l><l n="775">πλὴν σοί τε κἀμοί·  ξὺν τύχῃ δὲ πρόσφερε.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="776">ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον</l><l n="777">μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως</l><l n="778">ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="779">ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ</l><l n="780">πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ</l><l n="781">θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.</l></sp><milestone unit="card" n="782"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="782">ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.</l><l n="783">στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ</l><l n="784">κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.</l><l n="785">παπαῖ, φεῦ.</l><l n="786">παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.</l><l n="787">προσέρπει,</l><l n="788">προσέρχεται τόδʼ ἐγγύς.  οἴμοι μοι τάλας.</l><l n="789">ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.</l><l n="790">ἀτταταῖ.</l><l n="791">ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς</l><l n="792">στέρνων ἔχοιτʼ ἄλγησις ἥδε.  φεῦ, παπαῖ,</l><l n="793">παπαῖ μάλʼ αὖθις.  ὦ διπλοῖ στρατηλάται,</l><l n="794">Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ</l><l n="795">τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.</l><l n="796">ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος</l><l n="797">οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;</l><l n="798">ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν</l><l n="800">τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ</l><l n="801">ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>