<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:943-972</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2:943-972</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="943">ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,</l><l n="944">καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·</l><l n="945">ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει,</l><l n="946">κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,</l><l n="947">εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε</l><l n="948">εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.</l><l n="949">νῦν δʼ ἠπάτημαι δύσμορος.  τί χρή με δρᾶν;</l><l n="950">ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.</l><l n="951">τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.</l><l n="952">ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν</l><l n="953">εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·</l><l n="954">ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος,</l><l n="955">οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην</l><l n="956">τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας</l><l n="957">θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην,</l><l n="958">καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·</l><l n="959">φόνον φόνου δὲ ῥύσιον τίσω τάλας</l><l n="960">πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.</l><l n="961">ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν</l><l n="962">γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.</l></sp><milestone unit="card" n="963"/><sp><speaker>Χορός</speaker><l n="963">τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,</l><l n="964">ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="965">ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις</l><l n="966">τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="967">ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς</l><l n="968">σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="969">οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν</l><l n="970">τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="971">οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν</l><l n="972">ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>