<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1006-1035</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1006-1035</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1006">ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται</l><l n="1007">τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·</l><l n="1008">ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ</l><l n="1009">αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.</l><l n="1010">ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ</l><l n="1011">καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς</l><l n="1012">ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς</l><l n="1013">οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.</l></sp><milestone unit="card" n="1014"/><sp><speaker>Χορός</speaker><l n="1014">ὁ ξεῖνος, ὦναξ, χρηστός·  αἱ δὲ συμφοραὶ</l><l n="1015">αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.</l></sp><sp><speaker>Θησεύς</speaker><l n="1016">ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι</l><l n="1017">σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.</l></sp><sp><speaker>Κρέων</speaker><l n="1018">τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;</l></sp><sp><speaker>Θησεύς</speaker><l n="1019">ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με</l><l n="1020">χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις</l><l n="1021">τὰς παῖδας ἡμῖν  αὐτὸς ἐκδείξῃς ἐμοί·</l><l n="1022">εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.</l><l n="1023">ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε</l><l n="1024">χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.</l><l n="1025">ἀλλʼ ἐξυφηγοῦ·  γνῶθι δʼ ὡς ἔχων ἔχει</l><l n="1026">καί σʼ εἷλε θηρῶνθʼ ἡ τύχη·  τὰ γὰρ δόλῳ</l><l n="1027">τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.</l><l n="1028">κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ·  ὡς ἔξοιδά σε</l><l n="1029">οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν</l><l n="1030">ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,</l><l n="1031">ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.</l><l n="1032">ἃ δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν</l><l n="1033">ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.</l><l n="1034">νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι</l><l n="1035">δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>