<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1127-1156</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1127-1156</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1127">καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.</l><l n="1128">εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·</l><l n="1129">ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·</l><l n="1130">καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς</l><l n="1131">ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.</l><l n="1132">καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς</l><l n="1133">θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι</l><l n="1134">κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,</l><l n="1135">οὐδʼ οὖν ἐάσω·  τοῖς γὰρ ἐμπείροις βροτῶν</l><l n="1136">μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.</l><l n="1137">σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου</l><l n="1138">μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.</l></sp><milestone unit="card" n="1139"/><sp><speaker>Θησεύς</speaker><l n="1139">οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,</l><l n="1140">τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,</l><l n="1141">οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.</l><l n="1142">βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.</l><l n="1143">οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν</l><l n="1144">λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.</l><l n="1145">δείκνυμι δʼ·  ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην</l><l n="1146">οὐδέν σε, πρέσβυ·  τάσδε γὰρ πάρειμʼ ἄγων</l><l n="1147">ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.</l><l n="1148">χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην</l><l n="1149">κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;</l><l n="1150">λόγος δʼ  ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ</l><l n="1151">στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ</l><l n="1152">σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·</l><l n="1153">πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="1154">τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με</l><l n="1155">ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.</l></sp><sp><speaker>Θησεύς</speaker><l n="1156">φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>