<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1282-1311</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1282-1311</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1282">ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως,</l><l n="1283">παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.</l></sp><milestone unit="card" n="1284"/><sp><speaker>Πολυνείκης</speaker><l n="1284">ἀλλʼ ἐξερῶ·  καλῶς γὰρ ἐξηγεῖ σύ μοι·</l><l n="1285">πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος</l><l n="1286">ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν</l><l n="1287">ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ</l><l n="1288">λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.</l><l n="1289">καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ὧ ξένοι, βουλήσομαι</l><l n="1290">καὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.</l><l n="1291">ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.</l><l n="1292">γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,</l><l n="1293">τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις</l><l n="1294">γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.</l><l n="1295">ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,</l><l n="1296">γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ</l><l n="1297">οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,</l><l n="1298">πόλιν δὲ πείσας.  ὧν ἐγὼ μάλιστα μὲν</l><l n="1299">τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.</l><l n="1300">ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.</l><l n="1301">ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,</l><l n="1302">λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας</l><l n="1303">ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας</l><l n="1304">πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,</l><l n="1305">ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον</l><l n="1306">ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως</l><l n="1307">ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.</l><l n="1308">εἶεν·  τί δῆτα νῦν ἀφιγμένος κυρῶ;</l><l n="1309">σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων</l><l n="1310">αὐτός τʼ  ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,</l><l n="1311">οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>