<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1312-1341</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1312-1341</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1312">λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·</l><l n="1313">οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν</l><l n="1314">δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·</l><l n="1315">ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος</l><l n="1316">Τυδεύς.  τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·</l><l n="1317">τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ</l><l n="1318">Ταλαός·  ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ</l><l n="1319">Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·</l><l n="1320">ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,</l><l n="1321">ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ</l><l n="1322">μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·</l><l n="1323">ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ</l><l n="1324">πότμου φυτευθείς, σός γέ τοι καλούμενος,</l><l n="1325">ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.</l><l n="1326">οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,</l><l n="1327">ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι</l><l n="1328">μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ</l><l n="1329">τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,</l><l n="1330">ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.</l><l n="1331">εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,</l><l n="1332">οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος.</l><l n="1333">πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων</l><l n="1334">αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ</l><l n="1335">πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.</l><l n="1336">ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε</l><l n="1337">κἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες.</l><l n="1338">ὁ δʼ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,</l><l n="1339">κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται·</l><l n="1340">ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί,</l><l n="1341">βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>