<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1342-1371</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1342-1371</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1342">ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.</l><l n="1343">στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.</l><l n="1344">καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι</l><l n="1345">κομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω.</l></sp><milestone unit="card" n="1346"/><sp><speaker>Χορός</speaker><l n="1346">τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπους</l><l n="1347">εἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="1348">ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός</l><l n="1349">μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ</l><l n="1350">Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους,</l><l n="1351">οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·</l><l n="1352">νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ</l><l n="1353">τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·</l><l n="1354">ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,</l><l n="1355">ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,</l><l n="1356">τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας</l><l n="1357">κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,</l><l n="1358">ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ</l><l n="1359">ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.</l><l n="1360">οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα</l><l n="1361">τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·</l><l n="1362">σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,</l><l n="1363">σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος</l><l n="1364">ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.</l><l n="1365">εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς</l><l n="1366">τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·</l><l n="1367">νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,</l><l n="1368">αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·</l><l n="1369">ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.</l><l n="1370">τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω</l><l n="1371">ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>