<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1372-1401</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1372-1401</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1372">πρὸς ἄστυ Θήβης.  οὐ γὰρ ἔσθʼ ὅπως πόλιν</l><l n="1373">κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι</l><l n="1374">πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.</l><l n="1375">τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ</l><l n="1376">νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,</l><l n="1377">ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν</l><l n="1378">καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς</l><l n="1379">τοιώδʼ ἐφύτην·  αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.</l><l n="1380">τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους</l><l n="1381">κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος</l><l n="1382">Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.</l><l n="1383">σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,</l><l n="1384">κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,</l><l n="1385">ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου</l><l n="1386">δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε</l><l n="1387">τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ</l><l n="1388">θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.</l><l n="1389">τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου</l><l n="1390">στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,</l><l n="1391">καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη</l><l n="1392">τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.</l><l n="1393">καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν</l><l n="1394">καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα</l><l n="1395">πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους</l><l n="1396">τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.</l></sp><milestone unit="card" n="1397"/><sp><speaker>Χορός</speaker><l n="1397">Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς</l><l n="1398">ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.</l></sp><sp><speaker>Πολυνείκης</speaker><l n="1399">οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,</l><l n="1400">οἴμοι δʼ ἑταίρων·  οἷον ἆρʼ ὁδοῦ τέλος</l><l n="1401">Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>