<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1531-1561</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1531-1561</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1531">τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ</l><l n="1532">σήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.</l><l n="1533">χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν</l><l n="1534">σπαρτῶν ἀπʼ ἀνδρῶν·  αἱ δὲ μυρίαι πόλεις,</l><l n="1535">κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.</l><l n="1536">θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν</l><l n="1537">τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·</l><l n="1538">ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.</l><l n="1539">τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.</l><l n="1540">χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,</l><l n="1541">στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.</l><l n="1542">ὦ παῖδες, ὧδʼ ἕπεσθʼ·  ἐγὼ γὰρ ἡγεμὼν</l><l n="1543">σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.</l><l n="1544">χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με</l><l n="1545">αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα</l><l n="1546">μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.</l><l n="1547">τῇδʼ ὧδε, τῇδε βᾶτε·  τῇδε γάρ μʼ ἄγει</l><l n="1548">Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.</l><l n="1549">ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,</l><l n="1550">νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.</l><l n="1551">ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον</l><l n="1552">κρύψων παρʼ Ἅιδην.  ἀλλά, φίλτατε ξένων,</l><l n="1553">αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ</l><l n="1554">εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ</l><l n="1555">μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.</l></sp></div><milestone unit="card" n="1556"/><div type="textpart" subtype="choral"><div type="textpart" subtype="strophe" n="1"><sp><speaker>Χορός</speaker><l n="1556">εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν</l><l n="1557">καὶ σὲ λιταῖς σεβίζειν,</l><l n="1558">ἐννυχίων ἄναξ,</l><l n="1560">Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι</l><l n="1561">ἄπονα μήτʼ ἐπὶ  βαρυαχεῖ</l></sp></div></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>