<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1591-1620</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1591-1620</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1591">χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,</l><l n="1592">ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,</l><l n="1593">κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως</l><l n="1594">Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.</l><l n="1595">ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου</l><l n="1596">κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου,</l><l n="1597">καθέζετʼ·  εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.</l><l n="1598">κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν</l><l n="1599">ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·</l><l n="1600">τὼ δʼ  εὐχλόου Δήμητρος εἰς προσόψιον</l><l n="1601">πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ</l><l n="1602">ταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν</l><l n="1603">ἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται.</l><l n="1604">ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν</l><l n="1605">κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο,</l><l n="1606">κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι</l><l n="1607">ῥίγησαν, ὡς ἤκουσαν·  ἐς δὲ γούνατα</l><l n="1608">πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν</l><l n="1609">στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.</l><l n="1610">ὁ δʼ  ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,</l><l n="1611">πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν·  ὦ τέκνα,</l><l n="1612">οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.</l><l n="1613">ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι</l><l n="1614">τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·</l><l n="1615">σκληρὰν μέν, οἶδα, παῖδες·  ἀλλʼ ἓν γὰρ μόνον</l><l n="1616">τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.</l><l n="1617">τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον</l><l n="1618">ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι</l><l n="1619">τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.</l></sp><milestone unit="card" n="1620"/><sp><speaker>Ἄγγελος</speaker><l n="1620">τοιαῦτʼ  ἐπʼ  ἀλλήλοισιν ἀμφικείμενοι</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>