<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1621-1650</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:1621-1650</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1621">λύγδην ἔκλαιον πάντες.  ὡς δὲ πρὸς τέλος</l><l n="1622">γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,</l><l n="1623">ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς</l><l n="1624">θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας</l><l n="1625">στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,</l><l n="1626">καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·</l><l n="1627">ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν</l><l n="1628">χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.</l><l n="1629">ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,</l><l n="1630">αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.</l><l n="1631">κἀπεὶ προσῆλθεν, εἶπεν·  ὦ φίλον κάρα,</l><l n="1632">δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,</l><l n="1633">ὑμεῖς τε, παῖδες, τῷδε·  καὶ καταίνεσον</l><l n="1634">μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν</l><l n="1635">μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.</l><l n="1636">ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα</l><l n="1637">κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.</l><l n="1638">ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους</l><l n="1639">ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·</l><l n="1640">ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ</l><l n="1641">χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις</l><l n="1642">λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,</l><l n="1643">ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα·  πλὴν ὁ κύριος</l><l n="1644">Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.</l><l n="1645">τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν</l><l n="1646">ξύμπαντες·  ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις</l><l n="1647">στένοντες ὡμαρτοῦμεν.  ὡς δʼ ἀπήλθομεν,</l><l n="1648">χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν</l><l n="1649">τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,</l><l n="1650">ἄνακτα δʼ  αὐτὸν ὀμμάτων ἐπίσκιον</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>