<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:265-294</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:265-294</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="265">ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε</l><l n="266">σῶμʼ οὐδὲ τἄργα τἄμʼ·  ἐπεὶ τά γʼ ἔργα μου</l><l n="267">πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,</l><l n="268">εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,</l><l n="269">ὧν οὕνεκʼ ἐκφοβεῖ με·  τοῦτʼ ἐγὼ καλῶς</l><l n="270">ἔξοιδα.  καίτοι πῶς ἐγὼ κακὸς φύσιν,</l><l n="271">ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν</l><l n="272">ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;</l><l n="273">νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,</l><l n="274">ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.</l><l n="275">ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,</l><l n="276">ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,</l><l n="277">καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς</l><l n="278">μοίρας  ποιεῖσθε μηδαμῶς·  ἡγεῖσθε δὲ</l><l n="279">βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,</l><l n="280">βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του</l><l n="281">μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.</l><l n="282">ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας</l><l n="283">ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,</l><l n="284">ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,</l><l n="285">ῥύου με κἀκφύλασσε·  μηδέ μου κάρα</l><l n="286">τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,</l><l n="287">ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων</l><l n="288">ὄνησιν ἀστοῖς τοῖσδʼ·  ὅταν δʼ ὁ κύριος</l><l n="289">παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,</l><l n="290">τότʼ  εἰσακούων πάντʼ  ἐπιστήσει·  τὰ δὲ</l><l n="291">μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.</l></sp><sp><speaker>Χορός</speaker><l n="292">ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα</l><l n="293">πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ</l><l n="294">οὐκ ὠνόμασται βραχέσι·  τοὺς δὲ τῆσδε γῆς</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>