<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:346-375</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:346-375</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="346">τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,</l><l n="347">ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη</l><l n="348">γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν</l><l n="349">ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,</l><l n="350">πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν</l><l n="351">μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς</l><l n="352">οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.</l><l n="353">σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ</l><l n="354">μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,</l><l n="355">ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου</l><l n="356">πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·</l><l n="357">νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ</l><l n="358">φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;</l><l n="359">ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς</l><l n="360">ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="361">ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,</l><l n="362">ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,</l><l n="363">παρεῖσʼ ἐάσω·  δὶς γὰρ οὐχὶ βούλομαι</l><l n="364">πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.</l><l n="365">ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ</l><l n="366">νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.</l><l n="367">πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως  Κρέοντί τε</l><l n="368">θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,</l><l n="369">λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,</l><l n="370">οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·</l><l n="371">νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου  φρενὸς</l><l n="372">εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,</l><l n="373">ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.</l><l n="374">χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς</l><l n="375">τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>