<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:436-465</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:436-465</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="436">οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ  ἐφαίνετʼ ὠφελῶν·</l><l n="437">χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,</l><l n="438">κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι</l><l n="439">μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,</l><l n="440">τὸ τηνίκʼ  ἤδη τοῦτο μὲν πόλις βίᾳ</l><l n="441">ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,</l><l n="442">οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν</l><l n="443">οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν</l><l n="444">φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.</l><l n="445">ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις</l><l n="446">δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου</l><l n="447">καὶ  γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·</l><l n="448">τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους</l><l n="449">καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.</l><l n="450">ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,</l><l n="451">οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ</l><l n="452">ὄνησις ἥξει·  τοῦτʼ ἐγῷδα, τῆσδέ τε</l><l n="453">μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ</l><l n="454">παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.</l><l n="455">πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ</l><l n="456">μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.</l><l n="457">ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ</l><l n="458">προστάτισι ταῖς  σεμναῖσι δημούχοις θεαῖς</l><l n="459">ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν</l><l n="460">σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.</l></sp><milestone unit="card" n="461"/><sp><speaker>Χορός</speaker><l n="461">ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,</l><l n="462">αὐτός τε παῖδές θʼ αἵδʼ·  ἐπεὶ δὲ τῆσδε γῆς</l><l n="463">σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,</l><l n="464">παραινέσαι σοι βούλομαι τὰ σύμφορα.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="465">ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>