<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:724-753</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:724-753</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="724">ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ</l><l n="725">φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.</l></sp><sp><speaker>Χορός</speaker><l n="726">θάρσει, παρέσται·  καὶ γὰρ εἰ γέρων ἐγώ,</l><l n="727">τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.</l></sp><sp><speaker>Κρέων</speaker><l n="728">ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,</l><l n="729">ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας</l><l n="730">φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,</l><l n="731">ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.</l><l n="732">ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ</l><l n="733">γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι</l><l n="734">σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.</l><l n="735">ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην</l><l n="736">πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,</l><l n="737">οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ</l><l n="738">πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει</l><l n="739">τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.</l><l n="740">ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ</l><l n="741">ἱκοῦ πρὸς οἴκους.  πᾶς σε Καδμείων λεὼς</l><l n="742">καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,</l><l n="743">ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν</l><l n="744">κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,</l><l n="745">ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,</l><l n="746">ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς</l><l n="747">βιοστερῆ χωροῦντα·  τὴν ἐγὼ τάλας</l><l n="748">οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν</l><l n="749">ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,</l><l n="750">ἀεί σε κηδεύουσα καὶ  τὸ σὸν κάρα</l><l n="751">πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων</l><l n="752">ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.</l><l n="753">ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>