<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:754-783</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:754-783</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="754">ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;</l><l n="755">ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν</l><l n="756">πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ</l><l n="757">κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν</l><l n="758">τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως</l><l n="759">εἰπών·  ἐπαξία γάρ·  ἡ δʼ οἴκοι πλέον</l><l n="760">δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.</l></sp><milestone unit="card" n="761"/><sp><speaker>Οἰδίπους</speaker><l n="761">ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων</l><l n="762">λόγου δικαίου μηχάνημα ποικίλον,</l><l n="763">τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις</l><l n="764">ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;</l><l n="765">πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς</l><l n="766">νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,</l><l n="767">οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·</l><l n="768">ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος</l><l n="769">καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,</l><l n="770">τότʼ  ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι</l><l n="771">τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·</l><l n="772">νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι</l><l n="773">ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,</l><l n="774">πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.</l><l n="775">καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;</l><l n="776">ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν</l><l n="777">μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,</l><l n="778">πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε</l><l n="779">δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·</l><l n="780">ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;</l><l n="781">τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,</l><l n="782">λόγῳ μὲν ἐσθλά.  τοῖσι δʼ ἔργοισιν κακά.</l><l n="783">φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>