<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:784-813</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:784-813</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="784">ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,</l><l n="785">ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι</l><l n="786">κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.</l><l n="787">οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ</l><l n="788">χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·</l><l n="789">ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς</l><l n="790">χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.</l><l n="791">ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;</l><l n="792">πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,</l><l n="793">Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.</l><l n="794">τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,</l><l n="795">πολλὴν ἔχον στόμωσιν·  ἐν δὲ τῷ λέγειν</l><l n="796">κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.</l><l n="797">ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·</l><l n="798">ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ·  οὐ γὰρ ἂν κακῶς</l><l n="799">οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.</l></sp><milestone unit="card" n="800"/><sp><speaker>Κρέων</speaker><l n="800">πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,</l><l n="801">ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, <corr><add>ἐν</add><sic>ἐς</sic></corr> τῷ νῦν λόγῳ;</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="802">ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ</l><l n="803">πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.</l></sp><sp><speaker>Κρέων</speaker><l n="804">ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ</l><l n="805">φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="806">γλώσσῃ σὺ δεινός·  ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ</l><l n="807">δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.</l></sp><sp><speaker>Κρέων</speaker><l n="808">χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="809">ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.</l></sp><sp><speaker>Κρέων</speaker><l n="810">οὐ δῆθʼ  ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="811">ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με</l><l n="812">φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.</l></sp><sp><speaker>Κρέων</speaker><l n="813">μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>