<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:887-915</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:887-915</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="887">τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ</l><l n="888">βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ</l><l n="889">τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,</l><l n="890">οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="891">ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,</l><l n="892">πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.</l></sp><sp><speaker>Θησεύς</speaker><l n="893">τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="894">Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων</l><l n="895">ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.</l></sp><sp><speaker>Θησεύς</speaker><l n="896" part="I">πῶς εἶπας;</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="896a" part="F">οἷά περ πέπονθʼ ἀκήκοας.</l></sp><milestone unit="card" n="897"/><sp><speaker>Θησεύς</speaker><l n="897">οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν</l><l n="898">πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν</l><l n="899">ἄνιππον ἱππότην τε θυμάτων ἄπο</l><l n="900">σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι</l><l n="901">μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,</l><l n="902">ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ</l><l n="903">ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.</l><l n="904">ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει.  τοῦτον δʼ ἐγώ,</l><l n="905">εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,</l><l n="906">ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.</l><l n="907">νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,</l><l n="908">τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.</l><l n="909">οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν</l><l n="910">κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·</l><l n="911">ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως</l><l n="912">οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·</l><l n="913">ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν</l><l n="914">κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς</l><l n="915">τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>