<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:946-975</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:946-975</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="946">ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.</l><l n="947">τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον</l><l n="948">ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ</l><l n="949">τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·</l><l n="950">ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.</l><l n="951">καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς</l><l n="952">αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·</l><l n="953">ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.</l><l n="954">θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν</l><l n="955">θανεῖν·  θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.</l><l n="956">πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς·  ἐπεὶ</l><l n="957">ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,</l><l n="958">σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,</l><l n="959">καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.</l></sp><milestone unit="card" n="960"/><sp><speaker>Οἰδίπους</speaker><l n="960">ὦ λῆμʼ  ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,</l><l n="961">πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;</l><l n="962">ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς</l><l n="963">τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας</l><l n="964">ἤνεγκον ἄκων·  θεοῖς γὰρ ἦν οὕτω φίλον,</l><l n="965">τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.</l><l n="966">ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ</l><l n="967">ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου</l><l n="968">τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.</l><l n="969">ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ</l><l n="970">χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,</l><l n="971">πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,</l><l n="972">ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,</l><l n="973">οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ;</l><l n="974">εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,</l><l n="975">ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>