<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:976-1005</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2:976-1005</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="976">μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,</l><l n="977">πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;</l><l n="978">μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους</l><l n="979">οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,</l><l n="979a">οἵους ἐρῶ τάχʼ·  οὐ γὰρ οὖν σιγήσομαι,</l><l n="980">σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.</l><l n="981">ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,</l><l n="982">οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,</l><l n="983">αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.</l><l n="984">ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ</l><l n="985">κείνην τε ταῦτα δυσστομεῖν·  ἐγὼ δέ νιν</l><l n="986">ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.</l><l n="987">ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς</l><l n="988">γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι</l><l n="990">φόνους πατρῴους ἐξονειδίζων πικρῶς.</l><l n="991">ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.</l><l n="992">εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε</l><l n="993">κτείνοι παραστάς,   πότερα πυνθάνοιʼ ἂν εἰ</l><l n="994">πατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως;</l><l n="995">δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον</l><l n="996">τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.</l><l n="997">τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,</l><l n="998">θεῶν ἀγόντων·  οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς</l><l n="999">ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.</l><l n="1000">σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν</l><l n="1001">λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,</l><l n="1002">τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.</l><l n="1003">καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,</l><l n="1004">καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·</l><l n="1005">κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,</l></sp></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>