<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:1-30</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:1-30</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν</l><l n="2">ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα</l><l n="3">Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·</l><l n="4">ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων</l><l n="5">εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε</l><l n="6">τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.</l><l n="7">τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων</l><l n="8">τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.</l><l n="9">ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,</l><l n="10">ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·</l><l n="11">ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,</l><l n="12">χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν</l><l n="13">ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.</l><l n="14">ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι</l><l n="15">νόσφιν ἄτερ φιλότητος ἐφιμέρου,  οὐδέ οἱ ἦεν</l><l n="16">πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,</l><l n="17">πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων</l><l n="18">ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας</l><l n="19">ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.</l><l n="20">τὼς  γάρ οἱ διέκειτο,  θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·</l><l n="21">τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα</l><l n="22">ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.</l><l n="23">τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε</l><l n="24">Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,</l><l n="25">Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι</l><l n="26">ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο</l><l n="27">κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε</l><l n="28">ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν</l><l n="29">ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.</l><l n="30">ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>