<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:127-156</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:127-156</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="127">τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.</l><l n="128">θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον</l><l n="129">δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην</l><l n="130">καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ</l><l n="131">ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.</l><l n="132">πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,</l><l n="133">μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε</l><l n="134">μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.</l><l n="135">εἵλετο δʼ  ὄβριμον ἔγχος,  ἀκαχμένον αἴθοπι χαλκῷ,</l><l n="136">κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,</l><l n="137">δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,</l><l n="138">ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.</l><l n="139"><milestone ed="P" unit="para"/>χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ</l><l n="140">οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.</l><l n="141">πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι</l><l n="142">ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ</l><l n="143">λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.</l><l n="144">ἐν μέσσῳ δʼ ἀδάμαντος  ἔην Φόβος οὔ τι φατειός,</l><l n="145">ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·</l><l n="146">τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,</l><l n="147">δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου</l><l n="148">δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,</l><l n="149">σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.</l><l n="150">οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.</l><l n="151">τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω</l><l n="152">κάκκιον,  ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης</l><l n="153">Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.</l><milestone ed="p" n="154" unit="card"/><l n="154"><milestone ed="P" unit="para"/>ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,</l><l n="155">ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,</l><l n="156">ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>