<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:157-186</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:157-186</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="157">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="158">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.</l><l n="159">εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,</l><l n="160">δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.</l><l n="161"><milestone ed="P" unit="para"/>ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,</l><l n="162">δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,</l><l n="163">οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·</l><l n="164">τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο</l><l n="165">Ἀμφιτρυωνιάδης,  τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα.</l><l n="166">στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·</l><l n="167">κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.</l><l n="168"><milestone ed="P" unit="para"/>ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων</l><l n="169">ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.</l><l n="170">τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε</l><l n="171">οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.</l><l n="172">ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι</l><l n="173">δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν</l><l n="174">αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες</l><l n="175">κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.</l><l n="176">τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,</l><l n="177">ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.</l><milestone ed="p" n="178" unit="card"/><l n="178"><milestone ed="P" unit="para"/>ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων</l><l n="179">Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε</l><l n="180">Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε</l><l n="181">Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,</l><l n="182">Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·</l><l n="183">ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.</l><l n="184">Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο</l><l n="185">ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν</l><l n="186">Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>