<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:187-216</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:187-216</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="187">καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,</l><l n="188">ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.</l><l n="189">καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες</l><l n="190">ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.</l><l n="191"><milestone ed="P" unit="para"/>ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι</l><l n="192">χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης</l><l n="193">αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,</l><l n="194">αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων</l><l n="195">δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε</l><l n="196">ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.</l><l n="197"><milestone ed="P" unit="para"/>ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,</l><l n="198">τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,</l><l n="199">ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν</l><l n="200">αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.</l><l n="201"><milestone ed="P" unit="para"/>ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ</l><l n="202">ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς</l><l n="203">χρυσείῃ φόρμιγγι· <del>θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·</del>
</l><l n="204"><del>ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο</del></l><l n="205"><del>ἀθανάτων ἐν ἀγῶνι·</del> θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς</l><l n="206">Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.</l><l n="207"><milestone ed="P" unit="para"/>ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης</l><l n="208">κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο</l><l n="209">κλυζομένῳ ἴκελος· <del>πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ</del>
</l><l n="210"><del>δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες</del></l><l n="211"><del>νηχομένοις ἴκελοι·</del> δοιὼ δʼ ἀναφυσιόωντες</l><l n="212">ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ  ἔλλοπας ἰχθῦς.</l><l n="213">τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς</l><l n="214">ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν</l><l n="215">ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.</l><milestone ed="p" n="216" unit="card"/><l n="216"><milestone ed="P" unit="para"/>ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>