<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:217-246</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:217-246</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="217">οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,</l><l n="218">θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.</l><l n="219">τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις</l><l n="220">χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.</l><l n="221">ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο</l><l n="222">χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·</l><l n="223">πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,</l><l n="224">Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,</l><l n="225">ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ</l><l n="226">χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος</l><l n="227">κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.</l><l n="228">αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς</l><l n="229">Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν</l><l n="230">Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο</l><l n="231">ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος</l><l n="232">βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ</l><l n="233">ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε</l><l n="234">δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.</l><l n="235">λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας</l><l n="236">ἄγρια δερκομένω.  ἐπὶ δὲ δεινοῖσι καρήνοις</l><l n="237">Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων</l><l n="238">ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,</l><l n="239">τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων</l><l n="240">λοιγὸν ἀμύνοντες,  τοὶ δὲ πραθέειν μεμαῶτες.</l><l n="241">πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες</l><l n="242">μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων</l><l n="243">χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,</l><l n="244">ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.</l><milestone ed="p" n="245" unit="card"/><l n="245">ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,</l><l n="246">ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>