<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:247-276</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:247-276</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="247">χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι</l><l n="248">δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς</l><l n="249">Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,</l><l n="250">δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε</l><l n="251">δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο</l><l n="252">αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν</l><l n="253">κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ</l><l n="254">βάλλʼ ὄνυχας μεγάλους, ψυχὴ δʼ Ἄιδόσδε κατῇεν</l><l n="255">Τάρταρον ἐς κρυόενθʼ. αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο</l><l n="256">αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,</l><l n="257">ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.</l><l n="258">Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν· ἣ μὲν ὑφήσσων</l><l n="259">Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλʼ ἄρα ἥ γε</l><l n="260">τῶν γε μὲν ἀλλάων προφερής τʼ ἦν πρεσβυτάτη τε.</l><l n="261">πᾶσαι δʼ ἀμφʼ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.</l><l n="262">δεινὰ δʼ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,</l><l n="263">ἐν δʼ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.</l><l n="264">πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,</l><l n="265">χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,</l><l n="266">γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν.</l><l n="267">τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν</l><l n="268">αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα</l><l n="269">εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,</l><l n="270">δάκρυσι μυδαλέη.  παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν·</l><l n="271">χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι</l><l n="272">ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε</l><l n="273">τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης</l><l n="274">ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="275">τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε</l><l n="276">χερσὶν ἔνι δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>