<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:277-308</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:277-308</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="277">πρόσθʼ ἔκιον· τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.</l><l n="278">τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν</l><l n="279">ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.</l><milestone ed="p" n="280" unit="card"/><l n="280">αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.</l><l n="281">ἔνθεν δʼ αὖθʼ ἑτέρωθε νέοι κώμαζον ὑπʼ αὐλοῦ,</l><l n="282">τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ</l><l n="283">τοί γε μὲν αὖ γελόωντες ὑπʼ αὐλητῆρι ἕκαστος</l><l n="284">πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε</l><l n="285">ἀγλαΐαι τʼ εἶχον.  τοὶ δʼ αὖ προπάροιθε πόληος</l><l n="286">νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες</l><l n="287">ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας</l><l n="288">ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων</l><l n="289">αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,</l><l n="290">βριθόμενα σταχύων,  ὡς εἰ Δημήτερος ἀκτήν·</l><l n="291">οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,</l><l n="292">οἳ δʼ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,</l><l n="293">οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων</l><l n="294">λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,</l><l n="295">βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.</l><l n="296">οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος</l><l n="297">χρύσεος ἦν,  κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,</l><l n="299">σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,</l><l n="300">βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.</l><l n="301">οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο</l><l n="302">πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν</l><l n="303">ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,</l><l n="305">ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.</l><l n="306"><milestone ed="P" unit="para"/>πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ</l><l n="307">δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων</l><l n="308">ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>