<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:309-349</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:309-349</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="309">ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο</l><l>ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.</l><l n="310">οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν</l><l n="311">νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.</l><l n="312">τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,</l><l n="313">χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.</l><l n="314"><milestone ed="P" unit="para"/>ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,</l><l n="315">πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον,  οἳ δὲ κατʼ αὐτὸν</l><l n="316">κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ</l><l n="317">νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.</l><l n="318"><milestone ed="P" unit="para"/>θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς</l><l n="319">Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,</l><l n="320">ἀρσάμενος παλάμῃσι.  τὸ μὲν Διὸς ἄλκιμος υἱὸς</l><l n="321">πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,</l><l n="322">εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,</l><l n="323">κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος</l><l n="324">δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.</l><l n="325">ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="326">καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·</l><sp><milestone ed="p" n="327" unit="card"/><l n="327"><milestone ed="P" unit="para"/>χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·</l><l n="328">νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων</l><l n="329">Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.</l><l n="330">ἄλλο δὲ τοί τι ἔπος ἐρέω,  μέγα φέρτατε λαῶν·</l><l n="331">εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,</l><l n="332">τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,</l><l n="333">αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,</l><l n="334">ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο</l><l n="335">ὀφθαλμοῖσιν ἴδῃς,  ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·</l><l n="336">ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν</l><l n="337">οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.</l></sp><l n="327"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,</l><l n="328">νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,</l><l n="340">ἐσσυμένως.  τότε δή ῥα διόγνητος Ἰόλαος</l><l n="341">σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς</l><l n="342">ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.</l><l n="343">ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="344">αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.</l><l n="345">τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,</l><l n="346">Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.</l><l n="347">τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν</l><l n="348">ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.</l><l n="349">τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>