<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:31-60</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:31-60</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="31">ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,</l><l n="32">ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις</l><l n="33">Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.</l><l n="34">ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·</l><l n="35">αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης</l><l n="36">εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·</l><l n="37">αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,</l><l n="38">ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.</l><milestone ed="p" n="39" unit="card"/><l n="39">οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας</l><l n="40">ὦρτʼ ἰέναι,  πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·</l><l n="41">τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.</l><l n="42">ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα</l><l n="43">νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,</l><l n="44">ὥς ῥα τότʼ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας</l><l n="45">ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.</l><l n="46">παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι</l><l n="47">τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.</l><l n="48">ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ</l><l n="49">Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,</l><l n="50">οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·</l><l n="51">τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,</l><l n="52">δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·</l><l n="53">τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,</l><l n="54">τὸν δʼ ἄρα Ἰφικλῆα δορυσσόῳ  Ἀμφιτρύωνι,</l><l n="55">κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,</l><l n="56">τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.</l><l n="57"><milestone ed="P" unit="para"/>ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.</l><l n="58">εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος</l><l n="59">αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,</l><l n="60">τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>