<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:365-394</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:365-394</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="365">πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.</l><l n="366">ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη</l><l n="367">χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.</l><l n="368"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα</l><l n="369">τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.</l><l n="370">δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν</l><l n="371">παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.</l><l n="372">ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους·</l><l n="373">τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.</l><l n="374">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="375">πέτραι ἀποθρῴσκωσιν,  ἐπʼ ἀλλήλῃς δὲ πέσωσι,</l><l n="376">πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι</l><l n="377">αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων</l><l n="378">ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται,</l><l n="379">ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.</l><l n="380">πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς</l><l n="381">Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα</l><l n="382">φωνῇ ὕπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="383">θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς.</l><l n="384">κὰδ δʼ ἄρʼ ἀπʼ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,</l><l n="385">σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.</l><l n="386"><milestone ed="P" unit="para"/>οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι</l><l n="387">κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι</l><l n="388">ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα</l><l n="389">δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι</l><l n="390">λείβεται,  ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,</l><l n="391">ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·</l><l n="392">τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.</l><l n="393">ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ</l><l n="394">ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>