<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:425-458</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:425-458</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="425">αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,</l><l n="426">δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,</l><l n="427">ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι</l><l n="428">σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·</l><l n="429">ἐμ μένεος  δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·</l><l n="430">γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους</l><l n="431">οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν</l><l n="432">ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν  οὐδὲ μάχεσθαι·</l><l n="433">τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,</l><l n="434">ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,</l><l n="435">ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ·</l><l n="436">ἀμφότεροι δʼ ἰάχοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="437">ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,</l><l n="438">μακρὰ δʼ ἐπιθρῴσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ</l><l n="439">ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν</l><l n="440">ὑψηλός· τῷ δὴ συνενείκεται,  ἔνθα μιν ἴσχει·</l><l n="441">τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης</l><l n="442">κεκληγὼς ἐπόρουσεν· ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.</l><milestone ed="p" n="443" unit="card"/><l n="443"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,</l><l n="444">ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·</l><l n="445">δεινὰ δʼ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα·</l><sp><l n="446"><milestone ed="P" unit="para"/>Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·</l><l n="447">οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι</l><l n="448">Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·</l><l n="449">ἀλλʼ ἄγε παῦε μάχην, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.</l></sp><l n="450"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,</l><l n="451">ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τʼ ἔγχεα πάλλων</l><l n="452">καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ</l><l n="453">κακτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,</l><l n="454">σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,</l><l n="455">ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="456">ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.</l><l n="457">δριμὺ δʼ Ἄρην ἄχος εἷλε· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ</l><l n="458">ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>