<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:459-480</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2:459-480</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:id="stoa0045.stoa0"><body><div n="urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2" type="edition" xml:lang="grc"><l n="459">Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,</l><l n="460">μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο</l><l n="461">οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε</l><l n="462">δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.</l><l n="463">τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους</l><l n="464">ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="465">ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα</l><l n="466">ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.</l><l n="467"><milestone ed="P" unit="para"/>υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος</l><l n="468">Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ</l><l n="469">νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο</l><l n="470">ἵπποις ὠκυπόδεσσιν.  ἀτὰρ γλαυκῶπις Ἀθήνη</l><l n="471">ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.</l><l n="472"><milestone ed="P" unit="para"/>κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,</l><l n="473">οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος</l><l n="474">Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν</l><l n="475">Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,</l><l n="476">τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.</l><l n="477">τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος</l><l n="478">ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων</l><l n="479">Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας</l><l n="480">ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.</l></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>