<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0059.tlg001.perseus-grc1:7-11</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0059.tlg001.perseus-grc1:7-11</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div xml:lang="grc" n="urn:cts:greekLit:tlg0059.tlg001.perseus-grc1" type="edition"><div resp="perseus" n="7" subtype="section" type="textpart"><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ <milestone n="7" unit="page" resp="Stephanus"/><milestone n="7a" unit="section" resp="Stephanus"/>δὲ μὴ προσφιλὲς ἀνόσιον.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
παγκάλως, ὦ Εὐθύφρων, καὶ ὡς ἐγὼ ἐζήτουν ἀποκρίνασθαί σε, οὕτω νῦν ἀπεκρίνω. εἰ μέντοι ἀληθῶς, τοῦτο οὔπω οἶδα, ἀλλὰ σὺ δῆλον ὅτι ἐπεκδιδάξεις ὡς ἔστιν ἀληθῆ ἃ λέγεις.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν. τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ θεομισὴς ἀνόσιος· οὐ ταὐτὸν δʼ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον, τὸ ὅσιον τῷ ἀνοσίῳ· οὐχ οὕτως;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ εὖ γε φαίνεται εἰρῆσθαι;
                                                                                            </said></p><p><said who="#Εὐθύφρων"><milestone n="7b" unit="section" resp="Stephanus"/><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
δοκῶ, ὦ Σώκρατες. <del>εἴρηται γάρ.</del>γ</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων, καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς ἀλλήλους, καὶ τοῦτο εἴρηται;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
εἴρηται γάρ.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων διαφορὰ ποιεῖ; ὧδε δὲ σκοπῶμεν. ἆρʼ ἂν εἰ διαφεροίμεθα ἐγώ τε καὶ σὺ περὶ ἀριθμοῦ ὁπότερα πλείω, ἡ περὶ τούτων διαφορὰ ἐχθροὺς ἂν ἡμᾶς ποιοῖ καὶ ὀργίζεσθαι ἀλλήλοις, ἢ ἐπὶ λογισμὸν ἐλθόντες περί γε τῶν τοιούτων ταχὺ ἂν
                                                                                                <milestone n="7c" unit="section" resp="Stephanus"/>ἀπαλλαγεῖμεν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ἐλάττονος εἰ διαφεροίμεθα, ἐπὶ τὸ μετρεῖν ἐλθόντες ταχὺ παυσαίμεθʼ ἂν τῆς διαφορᾶς;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ ἐπί γε τὸ ἱστάναι ἐλθόντες, ὡς ἐγᾦμαι, περὶ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου διακριθεῖμεν ἄν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ ἐπὶ τίνα κρίσιν οὐ δυνάμενοι ἀφικέσθαι ἐχθροί γε ἂν ἀλλήλοις εἶμεν καὶ ὀργιζοίμεθα; ἴσως οὐ πρόχειρόν σοί ἐστιν, ἀλλʼ ἐμοῦ λέγοντος
                                                                                                    <milestone n="7d" unit="section" resp="Stephanus"/>σκόπει εἰ τάδε ἐστὶ τό τε δίκαιον καὶ τὸ ἄδικον καὶ καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν. ἆρα οὐ ταῦτά ἐστιν περὶ ὧν διενεχθέντες καὶ οὐ δυνάμενοι ἐπὶ ἱκανὴν κρίσιν αὐτῶν ἐλθεῖν ἐχθροὶ ἀλλήλοις γιγνόμεθα, ὅταν γιγνώμεθα, καὶ ἐγὼ καὶ σὺ καὶ οἱ ἄλλοι ἄνθρωποι πάντες;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀλλʼ ἔστιν αὕτη ἡ διαφορά, ὦ Σώκρατες, καὶ περὶ τούτων.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τί δὲ οἱ θεοί, ὦ Εὐθύφρων; οὐκ εἴπερ τι διαφέρονται, διʼ αὐτὰ ταῦτα διαφέροιντʼ ἄν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πολλὴ ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><milestone n="7e" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ τῶν θεῶν ἄρα, ὦ γενναῖε Εὐθύφρων, ἄλλοι ἄλλα δίκαια ἡγοῦνται κατὰ τὸν σὸν λόγον, καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακά· οὐ γὰρ ἄν που ἐστασίαζον ἀλλήλοις εἰ μὴ περὶ τούτων διεφέροντο· ἦ γάρ;γ</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν ἅπερ καλὰ ἡγοῦνται ἕκαστοι καὶ ἀγαθὰ καὶ δίκαια, ταῦτα καὶ φιλοῦσιν, τὰ δὲ ἐναντία τούτων μισοῦσιν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
    πάνυ γε.</said></p></div><div resp="perseus" n="8" subtype="section" type="textpart"><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ταὐτὰ δέ γε, ὡς σὺ φῄς, οἱ μὲν δίκαια ἡγοῦνται, <milestone n="8" unit="page" resp="Stephanus"/><milestone n="8a" unit="section" resp="Stephanus"/>οἱ δὲ ἄδικα, περὶ ἃ καὶ ἀμφισβητοῦντες στασιάζουσί τε καὶ πολεμοῦσιν ἀλλήλοις· ἆρα οὐχ οὕτω;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὕτω.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ταὔτʼ ἄρα, ὡς ἔοικεν, μισεῖταί τε ὑπὸ τῶν θεῶν καὶ φιλεῖται, καὶ θεομισῆ τε καὶ θεοφιλῆ ταὔτʼ ἂν εἴη.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ ὅσια ἄρα καὶ ἀνόσια τὰ αὐτὰ ἂν εἴη, ὦ Εὐθύφρων, τούτῳ τῷ λόγῳ.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκ ἄρα ὃ ἠρόμην ἀπεκρίνω, ὦ θαυμάσιε. οὐ γὰρ τοῦτό γε ἠρώτων, ὃ τυγχάνει ταὐτὸν ὂν ὅσιόν τε καὶ ἀνόσιον· ὃ δʼ ἂν θεοφιλὲς ᾖ καὶ θεομισές ἐστιν, ὡς ἔοικεν.
                                                                                                                <milestone n="8b" unit="section" resp="Stephanus"/>ὥστε, ὦ Εὐθύφρων, ὃ σὺ νῦν ποιεῖς τὸν πατέρα κολάζων, οὐδὲν θαυμαστὸν εἰ τοῦτο δρῶν τῷ μὲν Διὶ προσφιλὲς ποιεῖς, τῷ δὲ Κρόνῳ καὶ τῷ Οὐρανῷ ἐχθρόν, καὶ τῷ μὲν Ἡφαίστῳ φίλον, τῇ δὲ Ἥρᾳ ἐχθρόν, καὶ εἴ τις ἄλλος τῶν θεῶν ἕτερος ἑτέρῳ διαφέρεται περὶ αὐτοῦ, καὶ ἐκείνοις κατὰ τὰ αὐτά.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀλλʼ οἶμαι, ὦ Σώκρατες, περί γε τούτου τῶν θεῶν οὐδένα ἕτερον ἑτέρῳ διαφέρεσθαι, ὡς οὐ δεῖ δίκην διδόναι ἐκεῖνον ὃς ἂν ἀδίκως τινὰ ἀποκτείνῃ.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τί δέ; ἀνθρώπων, ὦ Εὐθύφρων, ἤδη τινὸς ἤκουσας
                                                                                                                    <milestone n="8c" unit="section" resp="Stephanus"/>ἀμφισβητοῦντος ὡς τὸν ἀδίκως ἀποκτείναντα ἢ ἄλλο ἀδίκως ποιοῦντα ὁτιοῦν οὐ δεῖ δίκην διδόναι;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὐδὲν μὲν οὖν παύονται ταῦτα ἀμφισβητοῦντες καὶ ἄλλοθι καὶ ἐν τοῖς δικαστηρίοις· ἀδικοῦντες γὰρ πάμπολλα, πάντα ποιοῦσι καὶ λέγουσι φεύγοντες τὴν δίκην.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἦ καὶ ὁμολογοῦσιν, ὦ Εὐθύφρων, ἀδικεῖν, καὶ ὁμολογοῦντες ὅμως οὐ δεῖν φασὶ σφᾶς διδόναι δίκην;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὐδαμῶς τοῦτό γε.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκ ἄρα πᾶν γε ποιοῦσι καὶ λέγουσι· τοῦτο γὰρ οἶμαι οὐ τολμῶσι λέγειν οὐδʼ ἀμφισβητεῖν, ὡς οὐχὶ εἴπερ
                                                                                                                        <milestone n="8d" unit="section" resp="Stephanus"/>ἀδικοῦσί γε δοτέον δίκην, ἀλλʼ οἶμαι οὔ φασιν ἀδικεῖν· ἦ γάρ;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκ ἄρα ἐκεῖνό γε ἀμφισβητοῦσιν, ὡς οὐ τὸν ἀδικοῦντα δεῖ διδόναι δίκην, ἀλλʼ ἐκεῖνο ἴσως ἀμφισβητοῦσιν, τὸ τίς ἐστιν ὁ ἀδικῶν καὶ τί δρῶν καὶ πότε.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν αὐτά γε ταῦτα καὶ οἱ θεοὶ πεπόνθασιν, εἴπερ στασιάζουσι περὶ τῶν δικαίων καὶ ἀδίκων ὡς ὁ σὸς λόγος, καὶ οἱ μέν φασιν ἀλλήλους ἀδικεῖν, οἱ δὲ οὔ φασιν; ἐπεὶ ἐκεῖνό γε δήπου, ὦ θαυμάσιε, οὐδεὶς οὔτε θεῶν οὔτε
                                                                                                                            <milestone n="8e" unit="section" resp="Stephanus"/>ἀνθρώπων τολμᾷ λέγειν, ὡς οὐ τῷ γε ἀδικοῦντι δοτέον δίκην.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ναί, τοῦτο μὲν ἀληθὲς λέγεις, ὦ Σώκρατες, τό γε κεφάλαιον.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἀλλʼ ἕκαστόν γε οἶμαι, ὦ Εὐθύφρων, τῶν πραχθέντων ἀμφισβητοῦσιν οἱ ἀμφισβητοῦντες, καὶ ἄνθρωποι καὶ θεοί, εἴπερ ἀμφισβητοῦσιν θεοί· πράξεώς τινος πέρι διαφερόμενοι οἱ μὲν δικαίως φασὶν αὐτὴν πεπρᾶχθαι, οἱ δὲ ἀδίκως· ἆρʼ οὐχ οὕτω;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
    πάνυ γε.</said></p></div><div resp="perseus" n="9" subtype="section" type="textpart"><p><said who="#Σωκράτης"><milestone n="9" unit="page" resp="Stephanus"/><milestone n="9a" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἴθι νυν, ὦ φίλε Εὐθύφρων, δίδαξον καὶ ἐμέ, ἵνα σοφώτερος γένωμαι, τί σοι τεκμήριόν ἐστιν ὡς πάντες θεοὶ ἡγοῦνται ἐκεῖνον ἀδίκως τεθνάναι, ὃς ἂν θητεύων ἀνδροφόνος γενόμενος, συνδεθεὶς ὑπὸ τοῦ δεσπότου τοῦ ἀποθανόντος, φθάσῃ τελευτήσας διὰ τὰ δεσμὰ πρὶν τὸν συνδήσαντα παρὰ τῶν ἐξηγητῶν περὶ αὐτοῦ πυθέσθαι τί χρὴ ποιεῖν, καὶ ὑπὲρ τοῦ τοιούτου δὴ ὀρθῶς ἔχει ἐπεξιέναι καὶ ἐπισκήπτεσθαι φόνου τὸν ὑὸν τῷ πατρί; ἴθι, περὶ τούτων πειρῶ τί μοι
                                                                                                                                    <milestone n="9b" unit="section" resp="Stephanus"/>σαφὲς ἐνδείξασθαι ὡς παντὸς μᾶλλον πάντες θεοὶ ἡγοῦνται ὀρθῶς ἔχειν ταύτην τὴν πρᾶξιν· κἄν μοι ἱκανῶς ἐνδείξῃ, ἐγκωμιάζων σε ἐπὶ σοφίᾳ οὐδέποτε παύσομαι.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀλλʼ ἴσως οὐκ ὀλίγον ἔργον ἐστίν, ὦ Σώκρατες, ἐπεὶ πάνυ γε σαφῶς ἔχοιμι ἂν ἐπιδεῖξαί σοι.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
μανθάνω· ὅτι σοι δοκῶ τῶν δικαστῶν δυσμαθέστερος εἶναι, ἐπεὶ ἐκείνοις γε ἐνδείξῃ δῆλον ὅτι ὡς ἄδικά τέ ἐστιν καὶ οἱ θεοὶ ἅπαντες τὰ τοιαῦτα μισοῦσιν.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πάνυ γε σαφῶς, ὦ Σώκρατες, ἐάνπερ ἀκούωσί γέ μου λέγοντος.</said></p><p><said who="#Σωκράτης"><milestone n="9c" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἀλλʼ ἀκούσονται. ἐάνπερ εὖ δοκῇς λέγειν. τόδε δέ σου ἐνενόησα ἅμα λέγοντος καὶ πρὸς ἐμαυτὸν σκοπῶ· <q>εἰ ὅτι μάλιστά με Εὐθύφρων διδάξειεν ὡς οἱ θεοὶ ἅπαντες τὸν τοιοῦτον θάνατον ἡγοῦνται ἄδικον εἶναι, τί μᾶλλον ἐγὼ μεμάθηκα παρʼ Εὐθύφρονος τί ποτʼ ἐστὶν τὸ ὅσιόν τε καὶ τὸ ἀνόσιον; θεομισὲς μὲν γὰρ τοῦτο τὸ ἔργον, ὡς ἔοικεν, εἴη ἄν. ἀλλὰ γὰρ οὐ τούτῳ ἐφάνη ἄρτι ὡρισμένα τὸ ὅσιον καὶ μή· τὸ γὰρ θεομισὲς ὂν καὶ θεοφιλὲς ἐφάνη.</q> ὥστε τούτου μὲν ἀφίημί σε, ὦ Εὐθύφρων· εἰ βούλει, πάντες αὐτὸ
                                                                                                                                       <milestone n="9d" unit="section" resp="Stephanus"/>ἡγείσθων θεοὶ ἄδικον καὶ πάντες μισούντων. ἀλλʼ ἆρα τοῦτο ὃ νῦν ἐπανορθούμεθα ἐν τῷ λόγῳ—ὡς ὃ μὲν ἂν πάντες οἱ θεοὶ μισῶσιν ἀνόσιόν ἐστιν, ὃ δʼ ἂν φιλῶσιν, ὅσιον· ὃ δʼ ἂν οἱ μὲν φιλῶσιν οἱ δὲ μισῶσιν, οὐδέτερα ἢ ἀμφότερα—ἆρʼ οὕτω βούλει ἡμῖν ὡρίσθαι νῦν περὶ τοῦ ὁσίου καὶ τοῦ ἀνοσίου;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
τί γὰρ κωλύει, ὦ Σώκρατες;γ</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐδὲν ἐμέ γε, ὦ Εὐθύφρων, ἀλλὰ σὺ δὴ τὸ σὸν σκόπει, εἰ τοῦτο ὑποθέμενος οὕτω ῥᾷστά με διδάξεις ὃ ὑπέσχου.
                                                                                                                                                </said></p><p><said who="#Εὐθύφρων"><milestone n="9e" unit="section" resp="Stephanus"/><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀλλʼ ἔγωγε φαίην ἂν τοῦτο εἶναι τὸ ὅσιον ὃ ἂν πάντες οἱ θεοὶ φιλῶσιν, καὶ τὸ ἐναντίον, ὃ ἂν πάντες θεοὶ μισῶσιν, ἀνόσιον.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
    οὐκοῦν ἐπισκοπῶμεν αὖ τοῦτο, ὦ Εὐθύφρων, εἰ καλῶς λέγεται, ἢ ἐῶμεν καὶ οὕτω ἡμῶν τε αὐτῶν ἀποδεχώμεθα καὶ τῶν ἄλλων, ἐὰν μόνον φῇ τίς τι ἔχειν οὕτω συγχωροῦντες ἔχειν; ἢ σκεπτέον τί λέγει ὁ λέγων;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
    σκεπτέον· οἶμαι μέντοι ἔγωγε τοῦτο νυνὶ καλῶς λέγεσθαι. </said></p></div><div resp="perseus" n="10" subtype="section" type="textpart"><p><said who="#Σωκράτης"><milestone n="10" unit="page" resp="Stephanus"/><milestone n="10a" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τάχʼ, ὠγαθέ, βέλτιον εἰσόμεθα. ἐννόησον γὰρ τὸ τοιόνδε· ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν φιλεῖται ὑπὸ τῶν θεῶν, ἢ ὅτι φιλεῖται ὅσιόν ἐστιν;γ</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὐκ οἶδʼ ὅτι λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἀλλʼ ἐγὼ πειράσομαι σαφέστερον φράσαι. λέγομέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα ἀλλήλων ἐστὶ καὶ ᾗ ἕτερα;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔγωγέ μοι δοκῶ μανθάνειν.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν καὶ φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone n="10b" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν ἐστιν, ἢ διʼ ἄλλο τι;γ</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὔκ, ἀλλὰ διὰ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ τὸ ἀγόμενον δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκ ἄρα διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται, ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον· οὐδὲ διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται, διὰ τοῦτο ἀγόμενον· οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ διότι φέρεται φερόμενον. ἆρα κατάδηλον, ὦ Εὐθύφρων, ὃ
                                                                                                                                                            <milestone n="10c" unit="section" resp="Stephanus"/>βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται ἤ τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλʼ ὅτι γίγνεται γιγνόμενόν ἐστιν· οὐδʼ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλʼ ὅτι πάσχει πάσχον ἐστίν· ἢ οὐ συγχωρεῖς οὕτω;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκοῦν καὶ τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ πάσχον τι ὑπό του;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα· οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλʼ ὅτι φιλεῖται φιλούμενον;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><milestone n="10d" unit="section" resp="Stephanus"/><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τί δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, ὦ Εὐθύφρων; ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς ὁ σὸς λόγος;γ</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ναί.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἆρα διὰ τοῦτο, ὅτι ὅσιόν ἐστιν, ἢ διʼ ἄλλο τι;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
οὔκ, ἀλλὰ διὰ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
διότι ἄρα ὅσιόν ἐστιν φιλεῖται, ἀλλʼ οὐχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἀλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν ἐστι καὶ θεοφιλές.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
οὐκ ἄρα τὸ θεοφιλὲς ὅσιόν ἐστιν, ὦ Εὐθύφρων, οὐδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλʼ ἕτερον τοῦτο τούτου.
                                                                                                                                                                    </said></p><p><said who="#Εὐθύφρων"><milestone n="10e" unit="section" resp="Stephanus"/><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
πῶς δή, ὦ Σώκρατες;γ</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν ἐστιν, ἀλλʼ οὐ διότι φιλεῖται ὅσιον εἶναι· ἦ γάρ;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ναί.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλʼ οὐχ ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
    ἀληθῆ λέγεις.</said></p></div><div resp="perseus" n="11" subtype="section" type="textpart"><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
ἀλλʼ εἴ γε ταὐτὸν ἦν, ὦ φίλε Εὐθύφρων, τὸ θεοφιλὲς καὶ τὸ ὅσιον, εἰ μὲν διὰ τὸ ὅσιον εἶναι ἐφιλεῖτο τὸ
                                                                                                                                                                        <milestone n="11" unit="page" resp="Stephanus"/><milestone n="11a" unit="section" resp="Stephanus"/>ὅσιον, καὶ διὰ τὸ θεοφιλὲς εἶναι ἐφιλεῖτο ἂν τὸ θεοφιλές, εἰ δὲ διὰ τὸ φιλεῖσθαι ὑπὸ θεῶν τὸ θεοφιλὲς θεοφιλὲς ἦν, καὶ τὸ ὅσιον ἂν διὰ τὸ φιλεῖσθαι ὅσιον ἦν· νῦν δὲ ὁρᾷς ὅτι ἐναντίως ἔχετον, ὡς παντάπασιν ἑτέρω ὄντε ἀλλήλων. τὸ μὲν γάρ, ὅτι φιλεῖται, ἐστὶν οἷον φιλεῖσθαι· τὸ δʼ ὅτι ἐστὶν οἷον φιλεῖσθαι, διὰ τοῦτο φιλεῖται. καὶ κινδυνεύεις, ὦ Εὐθύφρων, ἐρωτώμενος τὸ ὅσιον ὅτι ποτʼ ἐστίν, τὴν μὲν οὐσίαν μοι αὐτοῦ οὐ βούλεσθαι δηλῶσαι, πάθος δέ τι περὶ αὐτοῦ λέγειν, ὅτι πέπονθε τοῦτο τὸ ὅσιον, φιλεῖσθαι ὑπὸ πάντων
                                                                                                                                                                        <milestone n="11b" unit="section" resp="Stephanus"/>θεῶν· ὅτι δὲ ὄν, οὔπω εἶπες. εἰ οὖν σοι φίλον, μή με ἀποκρύψῃ ἀλλὰ πάλιν εἰπὲ ἐξ ἀρχῆς τί ποτε ὂν τὸ ὅσιον εἴτε φιλεῖται ὑπὸ θεῶν εἴτε ὁτιδὴ πάσχει—οὐ γὰρ περὶ τούτου διοισόμεθα—ἀλλʼ εἰπὲ προθύμως τί ἐστιν τό τε ὅσιον καὶ τὸ ἀνόσιον;</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἀλλʼ, ὦ Σώκρατες, οὐκ ἔχω ἔγωγε ὅπως σοι εἴπω ὃ νοῶ· περιέρχεται γάρ πως ἡμῖν ἀεὶ ὃ ἂν προθώμεθα καὶ οὐκ ἐθέλει μένειν ὅπου ἂν ἱδρυσώμεθα αὐτό.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
τοῦ ἡμετέρου προγόνου, ὦ Εὐθύφρων, ἔοικεν εἶναι
                                                                                                                                                                            <milestone n="11c" unit="section" resp="Stephanus"/>Δαιδάλου τὰ ὑπὸ σοῦ λεγόμενα. καὶ εἰ μὲν αὐτὰ ἐγὼ ἔλεγον καὶ ἐτιθέμην, ἴσως ἄν με ἐπέσκωπτες ὡς ἄρα καὶ ἐμοὶ κατὰ τὴν ἐκείνου συγγένειαν τὰ ἐν τοῖς λόγοις ἔργα ἀποδιδράσκει καὶ οὐκ ἐθέλει μένειν ὅπου ἄν τις αὐτὰ θῇ· νῦν δὲ σαὶ γὰρ αἱ ὑποθέσεις εἰσίν. ἄλλου δή τινος δεῖ σκώμματος· οὐ γὰρ ἐθέλουσι σοὶ μένειν, ὡς καὶ αὐτῷ σοι δοκεῖ.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
ἐμοὶ δὲ δοκεῖ σχεδόν τι τοῦ αὐτοῦ σκώμματος, ὦ Σώκρατες, δεῖσθαι τὰ λεγόμενα· τὸ γὰρ περιιέναι αὐτοῖς τοῦτο καὶ μὴ μένειν ἐν τῷ αὐτῷ οὐκ ἐγώ εἰμι ὁ ἐντιθείς,
                                                                                                                                                                                <milestone n="11d" unit="section" resp="Stephanus"/>ἀλλὰ σύ μοι δοκεῖς ὁ Δαίδαλος, ἐπεὶ ἐμοῦ γε ἕνεκα ἔμενεν ἂν ταῦτα οὕτως.</said></p><p><said who="#Σωκράτης"><label type="abbr">ΣΩ.</label><label>Σωκράτης</label> 
κινδυνεύω ἄρα, ὦ ἑταῖρε, ἐκείνου τοῦ ἀνδρὸς δεινότερος γεγονέναι τὴν τέχνην τοσούτῳ, ὅσῳ ὁ μὲν τὰ αὑτοῦ μόνα ἐποίει οὐ μένοντα, ἐγὼ δὲ πρὸς τοῖς ἐμαυτοῦ, ὡς ἔοικε, καὶ τὰ ἀλλότρια. καὶ δῆτα τοῦτό μοι τῆς τέχνης ἐστὶ κομψότατον, ὅτι ἄκων εἰμὶ σοφός· ἐβουλόμην γὰρ ἄν μοι τοὺς λόγους μένειν καὶ ἀκινήτως ἱδρῦσθαι μᾶλλον ἢ πρὸς τῇ
                                                                                                                                                                                    <milestone n="11e" unit="section" resp="Stephanus"/>Δαιδάλου σοφίᾳ τὰ Ταντάλου χρήματα γενέσθαι. καὶ τούτων μὲν ἅδην· ἐπειδὴ δέ μοι δοκεῖς σὺ τρυφᾶν, αὐτός σοι συμπροθυμήσομαι <del>δεῖξαι</del> ὅπως ἄν με διδάξῃς περὶ τοῦ ὁσίου. καὶ μὴ προαποκάμῃς· ἰδὲ γὰρ εἰ οὐκ ἀναγκαῖόν σοι δοκεῖ δίκαιον εἶναι πᾶν τὸ ὅσιον.</said></p><p><said who="#Εὐθύφρων"><label type="abbr">ΕΥΘ.</label><label>Εὐθύφρων</label> 
    ἔμοιγε.</said></p></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>